Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 33.7 Dem. 33.9 (English) >>Dem. 33.12

33.8αὐτὸς μὲν οὖν διὰ τοῦτο οὐκ ἐβούλετο ποιήσασθαι τὸ συμβόλαιον, ἐμὲ δʼ ἐκέλευεν πρᾶξαι ὅπως αὐτῷ ὡς ἀσφαλέστατα ἕξει. λαβὼν δὲ ἐγὼ τὰς ἑπτὰ μνᾶς παρὰ τοῦ Παρμένοντος, καὶ τὰς τρεῖς ἃς προειλήφει οὗτος παρʼ ἐκείνου, ἀνθομολογησάμενος πρὸς τοῦτον, ὠνὴν ποιοῦμαι τῆς νεὼς καὶ τῶν παίδων, ἕως ἀποδοίη τάς τε δέκα μνᾶς ἃς διʼ ἐμοῦ ἔλαβεν, καὶ τὰς τριάκοντα ὧν κατέστησεν ἐμὲ ἐγγυητὴν τῷ τραπεζίτῃ. καὶ ὡς ἀληθῆ λέγω, ἀκούσατε τῶν μαρτυριῶν.Μαρτυρίαι

33.9τὸν μὲν τρόπον τοῦτον ἀπήλλαξεν τοὺς χρήστας Ἀπατούριος οὑτοσί. οὐ πολλῷ δὲ χρόνῳ μετὰ ταῦτα τῆς τραπέζης ἀνασκευασθείσης, καὶ τοῦ Ἡρακλείδου κατʼ ἀρχὰς κεκρυμμένου, ἐπιβουλεύει οὑτοσὶ τούς τε παῖδας ἐκπέμψαι Ἀθήνηθεν καὶ τὴν ναῦν ἐξορμίσαι ἐκ τοῦ λιμένος. ὅθεν ἐμοὶ πρὸς τοῦτον πρώτη διαφορὰ ἐγένετο. αἰσθόμενος γὰρ Παρμένων ἐξαγομένων τῶν παίδων ἐπιλαμβάνεται καὶ τὴν ναῦν κατεκώλυσεν αὐτὸν ἐξορμίζειν, καὶ μεταπεμψάμενος ἐμὲ λέγει τὸ πρᾶγμα. 33.10ὡς δʼ ἤκουσα, τοῦτον μὲν ἀνοσιώτατον ἡγησάμην εἶναι τῷ ἐπιχειρήματι, ἐσκοπούμην δὲ ὅπως αὐτός τε ἀπολυθήσομαι τῆς ἐγγύης τῆς ἐπὶ τὴν τράπεζαν, καὶ ξένος μὴ ἀπολεῖ διʼ ἐμοῦ τούτῳ ἐδάνεισεν. καταστήσας δὲ φύλακας τῆς νεὼς διηγησάμην τοῖς ἐγγυηταῖς τῆς τραπέζης τὴν πρᾶξιν, καὶ παρέδωκα τὸ ἐνέχυρον, εἰπὼν αὐτοῖς ὅτι δέκα μναῖ ἐνείησαν τῷ ξένῳ ἐν τῇ νηί. ταῦτα δὲ πράξας κατηγγύησα τοὺς παῖδας, ἵνʼ εἴ τις ἔνδεια γίγνοιτο, τὰ ἐλλείποντα ἐκ τῶν παίδων εἴη.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 33.7 Dem. 33.9 (English) >>Dem. 33.12

Powered by PhiloLogic